sosincourses

 

gr399wks1_4

Page history last edited by joshua.sosin@... 3 mos ago

(some further thoughts)

Weeks 5-8 | 9-13

Week 1:

Week 2:

  • Dem 45.1-57: Ag. Stephanus : Perseus | TLG
  • [jds] 4: καὶ μετὰ ταῦτα (εἰρήσεται γὰρ ἅπασα πρὸς ὑμᾶς ἡ ἀλήθει’, ὦ ἄνδρες δικασταί) πολλοὶ μὲν καὶ φιλάνθρωποι λόγοι παρὰ τῆς μητρὸς ἐγίγνοντο καὶ δεήσεις ὑπὲρ Φορμίωνος τουτουί, πολλοὶ δὲ καὶ μέτριοι καὶ ταπεινοὶ παρ’ αὐτοῦ τούτου.
  • [jmf] 9: οὐ μὴν ἀλλ’ ἔγωγ’ οἶμαι δεῖν, ἐπειδάν, ὃ τῶν μεμαρτυρημένων ὡσπερεὶ κεφάλαιόν ἐστιν, ἐπιδείξω ψεῦδος ὄν, τηνικαῦτ’ ἤδη καὶ περὶ τῶν τοιούτων ποιεῖσθαι τοὺς λόγους.
  • [jmf]11-13: ἐγὼ τοίνυν περὶ μὲν τοῦ προκαλεῖσθαί με ἢ μὴ ταῦτα Φορμίωνα, οὐδέν πω λέγω, οὐδ’ ὑπὲρ τοῦ τὰς διαθήκας ἀληθεῖς ἢ ψευδεῖς εἶναι, ἀλλ’ αὐτίχ’ ὑμᾶς περὶ τούτων διδάξω· ἀλλ’ ἃ μεμαρτυρήκασι, μή μ’ ἐθέλειν τὸ γραμματεῖον ἀνοίγειν, ὡδὶ δὴ σκοπεῖτε. τοῦ τις ἂν εἵνεκ’ ἔφευγεν ἀνοίγειν τὸ γραμματεῖον; ἵν’ ἡ διαθήκη νὴ Δία μὴ φανερὰ γένοιτο τοῖς δικασταῖς.  εἰ μὲν τοίνυν μὴ προσεμαρτύρουν τῇ προκλήσει τὴν διαθήκην οὗτοι, λόγον εἶχέ τιν’ ἂν τὸ φεύγειν ἔμ’ ἀνοίγειν τὸ γραμματεῖον· προσμαρτυρούντων δὲ τούτων καὶ τῶν δικαστῶν ὁμοίως ἀκουσομένων, τί ἦν μοι κέρδος τὸ μὴ ’θέλειν; οὐδὲ ἓν δήπου. αὐτὸ γὰρ τοὐναντίον, ὦ ἄνδρες Ἀθηναῖοι, κἂν εἰ μηδὲν προὐκαλοῦνθ’ οὗτοι, λόγῳ δ’ ἐχρῶντο μόνον, καὶ παρεῖχέν τις αὐτοῖς γραμματεῖον ὡς διαθήκην, ἐμὸν ἦν τὸ προκαλεῖσθαι καὶ κελεύειν ἀνοίγειν ταύτην, ἵν’ εἰ μὲν ἄλλ’ ἄττα τῶν ὑπὸ τούτων μεμαρτυρημένων ἦν τἀκεῖ γεγραμμένα, μάρτυρας εὐθὺς τῶν περιεστηκότων πολλοὺς ποιησάμενος τεκμηρίῳ τούτῳ καὶ περὶ τῶν ἄλλων, ὡς κατασκευάζουσιν, ἐχρώμην· εἰ δὲ ταὔτ’ ἐνῆν, τὸν παρασχόντ’ αὐτὸν ἠξίουν μαρτυρεῖν.  ἐθελήσαντος μέν γ’ ὑπεύθυνον ἐλάμβανον, εἰ δ’ ἔφευγε, πάλιν αὐτὸ τοῦθ’ ἱκανὸν τεκμήριον ἦν μοι τοῦ πεπλάσθαι τὸ πρᾶγμα. καὶ δὴ καὶ συνέβαινεν ἐκείνως μὲν ἕν’ εἶναι πρὸς ὃν τὰ πράγματ’ ἐγίγνετό μοι, ὡς δ’ οὗτοι μεμαρτυρήκασι, πρὸς πολλούς.
  • [jmf] 15: οἶμαι γὰρ ἅπαντας ὑμᾶς εἰδέναι, ὅτι ὅσα μὴ δυνατὸν πρὸς ὑμᾶς ἀγαγεῖν ἐστι τῶν πεπραγμένων, τούτων προκλήσεις ηὑρέθησαν.
  • [jds] 18: νῦν δ’ εἷς μὲν οὐδεὶς ὅλον τὸ πρᾶγμ’ ἀνεδέξατο, οὐδὲ μεμαρτύρηκεν ἁπλῶς, ὡς ἄν τις τἀληθῆ μαρτυρήσειεν, μέρος δ’ ἕκαστος, ὡς δὴ σοφὸς καὶ διὰ τοῦτ’ οὐ δώσων δίκην, ὁ μὲν γραμματεῖον ἔχειν ἐφ’ ᾧ γεγράφθαι “διαθήκη Πασίωνος”, ὁ δὲ πεμφθεὶς ὑπὸ τούτου παρέχειν τοῦτο, εἰ δ’ ἀληθὲς ἢ ψεῦδος, οὐδὲν εἰδέναι.
  • [jmf] 21-24
  • [jmf] 25: καίτοι χρῆν τοὺς βουλομένους τἀληθῆ μαρτυρεῖν, εἰ τὰ μάλιστ’ ἐγίγνεθ’ ἡ πρόκλησις, ὡς οὐκ ἐγίγνετο, ἐκείνως μαρτυρεῖν.
  • [jds] 23: εἰ γὰρ ὁ μὲν αὐτὸς ἔχειν τὸ γραμματεῖον μαρτυρῶν οὐκ ἐτόλμησεν ἀντίγραφ’ εἶναι ἃ παρείχετο Φορμίων τῶν παρ’ αὑτῷ μαρτυρῆσαι, οὗτοι δ’ οὔτ’ ἐξ ἀρχῆς ὡς παρῆσαν ἔχοιεν ἂν εἰπεῖν, οὔτ’ ἀνοιχθὲν εἶδον πρὸς τῷ διαιτητῇ τὸ γραμματεῖον, ἀλλὰ καὶ μεμαρτυρήκασιν αὐτοὶ μὴ ’θέλειν ἔμ’ ἀνοίγειν, ταῦθ’ ὡς ἀντίγραφ’ ἐστὶν ἐκείνων μεμαρτυρηκότες τί ἄλλ’ ἢ σφῶν αὐτῶν κατήγοροι γεγόνασιν ὅτι ψεύδονται;
  • [jds] 27: ἵνα τοίνυν εἰδῆθ’ ὑπὲρ ἡλίκων καὶ ὅσων ἦν τὸ κατασκεύασμα τὸ τῆς διαθήκης, μίκρ’ ἀκούσατέ μου. ἦν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο πρῶτον μὲν ὑπὲρ τοῦ μὴ δοῦναι δίκην ὧν διεφθάρκει, ἣν ἐμοὶ μὲν οὐ καλὸν λέγειν, ὑμεῖς δ’ ἴστε, κἂν ἐγὼ μὴ λέγω, ἔπειθ’ ὑπὲρ τοῦ κατασχεῖν ὅσ’ ἦν τῷ ἡμετέρῳ πατρὶ χρήματα παρὰ τῇ μητρί, πρὸς δὲ τούτοις ὑπὲρ τοῦ καὶ τῶν ἄλλων τῶν ἡμετέρων ἁπάντων κυρίῳ γενέσθαι.
  • [jmf] 27: ὅτι δ’ οὕτω ταῦτ’ ἔχει, τῆς διαθήκης αὐτῆς ἀκούσαντες γνώσεσθε· φανήσεται γὰρ οὐ πατρὸς ὡς ὑπὲρ υἱέων γράφοντος ἐοικυῖα διαθήκῃ, ἀλλὰ δούλου λελυμασμένου τὰ τῶν δεσποτῶν, ὅπως μὴ δώσει δίκην σκοποῦντος.
  • [jds] 29: δείξω δ’ ἣν οὗτος παρέσχετο μίσθωσιν, οὐκ ἄλλην τινά, ἐν ᾗ προσγέγραπται ἕνδεκα τάλανθ’ ὁ πατὴρ ὀφείλων εἰς τὰς παρακαταθήκας τούτῳ.
  • [jds] 30: ἔστι δ’ οἶμαι ταῦτα τοιαῦτα. τῶν μὲν οἴκοι χρημάτων ὡς ἐπὶ τῇ μητρὶ δοθέντων διὰ τῆς διαθήκης αὑτὸν ἐποίησε κύριον, ὥσπερ ἀκηκόατ’ ἄρτι, τῶν δ’ ἐπὶ τῆς τραπέζης ὄντων, ἃ πάντες ᾔδεσαν καὶ λαθεῖν οὐκ ἦν, διὰ τοῦ προσοφείλοντ’ ἀποφῆναι τὸν πατέρ’ ἡμῶν, ἵνα, ὅσ’ ἐξελέγχοιτ’ ἔχων, κεκομίσθαι φαίη.
  • [jmf] (32-33)
  • [jds] 34-35: τίς γὰρ <ἂν> ἀνθρώπων, ἃ μὲν ἔμελλεν τραπεζιτεύων οὗτος ἐργάζεσθαι, ταῦθ’ ὅπως ἡμῖν τοῖς αὑτοῦ παισίν, ἀλλὰ μὴ τούτῳ γενήσεται προὐνοήθη, καὶ διὰ τοῦτο μὴ ἐξεῖναι τούτῳ τραπεζιτεύειν ἔγραψεν, ἵνα μὴ ἀφιστῆται ἀφ’ ἡμῶν· ἃ δ’ αὐτὸς εἰργασμένος ἔνδον κατέλειπε, ταῦθ’ ὅπως οὗτος λήψεται παρεσκεύασε; | καὶ τῆς μὲν ἐργασίας ἐφθόνησεν, ἧς οὐδὲν αἰσχρὸν ἦν μεταδοῦναι· τὴν δὲ γυναῖκ’ ἔδωκεν, οὗ μεῖζον οὐδὲν ἂν κατέλιπεν ὄνειδος, τυχών γε τῆς παρ’ ὑμῶν δωρεᾶς, εἶθ’ ὥσπερ ἂν δοῦλος δεσπότῃ διδούς, ἀλλ’ οὐ τοὐναντίον, εἴπερ ἐδίδου, δεσπότης οἰκέτῃ, προστιθεὶς προῖκα ὅσην οὐδεὶς τῶν ἐν τῇ πόλει φαίνεται;
  • [jmf] 38: ὅπερ εἴρηκα καὶ πρότερον, διείλοντο τἀδικήματα, καὶ ἐπιτροπεῦσαι μὲν κατὰ διαθήκην οὐδὲν δεινὸν ἡγεῖτο μαρτυρεῖν ὁ μαρτυρῶν, οὐδ’ ἐπιτροπευθῆναι κατὰ διαθήκην, 45.39ἀφαιρῶν ἑκάτερος τὸ μαρτυρεῖν τὰ ἐν ταῖς διαθήκαις ὑπὸ τούτου γεγραμμένα, οὐδὲ καταλιπεῖν τὸν πατέρ’ αὑτῷ ἐπιγεγραμμένον γραμματεῖον διαθήκην, οὐδὲ τὰ τοιαῦτα·
  • [jmf] 43: ἀκούω δ’ αὐτὸν τοιοῦτόν τι παρεσκευάσθαι λέγειν, ὡς προκλήσεώς ἐστιν ὑπεύθυνος, οὐχὶ μαρτυρίας, καὶ δυοῖν αὐτῷ προσήκει δοῦναι λόγον, οὐ πάντων τῶν γεγραμμένων, εἴ τε προὐκαλεῖτό με ταῦτα Φορμίων ἢ μή, καὶ εἰ μὴ ἐδεχόμην ἐγώ· ταῦτα μὲν γὰρ ἁπλῶς αὐτὸς μεμαρτυρηκέναι φήσει, τὰ δ’ ἄλλ’ ἐκεῖνον προκαλεῖσθαι, εἰ δ’ ἐστὶν ἢ μὴ ταῦτα, οὐδὲν προσήκειν αὑτῷ σκοπεῖν.
  • [jmf] 46: ταῦθ’ οὗτος ἀντεγράψατο, ἃ χρὴ μνημονεύειν ὑμᾶς, καὶ μὴ τοὺς ἐπ’ ἐξαπάτῃ νῦν λόγους ὑπὸ τούτου ῥηθησομένους πιστοτέρους ποιεῖσθαι τῶν νόμων καὶ τῶν ὑπὸ τούτου γραφέντων εἰς τὴν ἀντιγραφήν.
  • [jmf] 48: ὅτι δ’ οὐδ’ ὑμεῖς ἐθέλοιτ’ ἂν εἰκότως ἀκούειν περὶ τούτων αὐτῶν, ἐκεῖθεν εἴσεσθε, ἂν λογίσησθε πρὸς ὑμᾶς αὐτούς, ὅτι οὔτε νῦν ἐστιν χαλεπὸν περὶ ὧν μὴ κατηγόρηται λέγειν, οὔτε <τότε> ψευδεῖς ἀναγνόντα μαρτυρίας ἀποφεύγειν.
  • [jds] 49: ἐγὼ γὰρ ἀξιῶ, οὓς μὲν ἀφείλοντό μ’ ἐλέγχους περὶ τῶν ἐγκλημάτων, οὓς προσῆκον ἦν ῥηθῆναι, μὴ ζητεῖν αὐτοὺς νῦν, αἷς δ’ ἀφείλοντο μαρτυρίαις, ὡς εἰσὶν ἀληθεῖς, δεικνύναι.
  • [jds] 51: οἴομαι τοίνυν αὐτὸν οὐδὲν οὐδαμῇ δίκαιον ἔχοντα λέγειν ἥξειν καὶ ἐπὶ τοῦτο, ὡς ἄτοπον ποιῶ, παραγραφὴν ἡττημένος, τοὺς διαθήκην μαρτυρήσαντας διώκων, καὶ τοὺς δικαστὰς τοὺς τότε φήσειν διὰ τοὺς ἀφεῖναι μεμαρτυρηκότας ἀποψηφίσασθαι μᾶλλον ἢ διὰ τοὺς διαθήκην μαρτυρήσαντας.
  • [jds] 54: ἆρ’ οὖν δοκεῖ ποτ’ ἂν ὑμῖν οὗτος, εἴ τι δι’ ἔνδειαν εἶδε ποιούσας ὧν οὐ χρὴ τὰς αὑτοῦ συγγενεῖς, ὅπερ ἤδη πολλοὶ πεποιήκασι, παρ’ αὑτοῦ προῖκ’ ἐπιδοὺς ἐκδοῦναι, ὃς ὑπὲρ τοῦ μηδ’ ἃ προσήκει κομίσασθαι ταύτας τὰ ψευδῆ μαρτυρεῖν ἠθέλησεν, καὶ περὶ πλείονος ἐποιήσατο τὸν Φορμίωνος πλοῦτον ἢ τὰ τῆς συγγενείας ἀναγκαῖα;
  • [jds] 56: ἀλλ’ οὐχ οὑτοσὶ Στέφανος, οὐκ ὤκνησε καθ’ ἡμῶν τὰ ψευδῆ μαρτυρεῖν, οὐδ’, εἰ μηδένα τῶν ἄλλων, τὴν αὑτοῦ μητέρα ᾐσχύνθη τοῖς ἀπ’ ἐκείνης οἰκείοις τῆς ἐσχάτης ἐνδείας αἴτιος γενόμενος.

Week 3:

  • Dem 45.71-88: Perseus | TLG
    • [jds] 71: οἶμαι γὰρ ἅπαντας ὑμᾶς εἰδέναι, ὅτι τοῦτον, ἡνίκ’ ὤνιος ἦν, εἰ συνέβη μάγειρον ἤ τινος ἄλλης τέχνης δημιουργὸν πρίασθαι, τὴν τοῦ δεσπότου τέχνην ἂν μαθὼν πόρρω τῶν νῦν παρόντων ἦν ἀγαθῶν.
    • [jmf] 73: οὐκοῦν δεινόν, ὦ γῆ καὶ θεοί, καὶ πέρᾳ δεινοῦ, τοὺς Ἕλληνα μὲν ἀντὶ βαρβάρου ποιήσαντας, γνώριμον δ’ ἀντ’ ἀνδραπόδου, τοσούτων δ’ ἀγαθῶν ἡγεμόνας, τούτους περιορᾶν ἐν ταῖς ἐσχάταις ἀπορίαις ὄντας ἔχοντα καὶ πλουτοῦντα, καὶ εἰς τοῦθ’ ἥκειν ἀναιδείας ὥστε, ἧς παρ’ ἡμῶν τύχης μετέσχε, ταύτης ἡμῖν μὴ τολμᾶν μεταδοῦναι.
    • [jds] 75: καὶ εἰ μὲν πένης οὗτος ἦν, ἡμεῖς δ’ εὐποροῦντες ἐτυγχάνομεν, καὶ συνέβη τι παθεῖν, οἷα πολλά, ἐμοί, οἱ παῖδες ἂν οἱ τούτου τῶν ἐμῶν θυγατέρων ἐπεδικάζοντο, οἱ τοῦ δούλου τῶν τοῦ δεσπότου
    • [jmf] 78: (οὐ γὰρ ἀγνοῶ τοῦθ’ ὅτι τοῖς μὲν γένει πολίταις ὑμῖν ἱκανόν ἐστι λῃτουργεῖν ὡς οἱ νόμοι προστάττουσι, τοὺς δὲ ποιητοὺς ἡμᾶς ὡς ἀποδιδόντας χάριν, οὕτω προσήκει φαίνεσθαι λῃτουργοῦντας.)
    • [jmf] 79: (τίνος γυναῖκα διέφθαρκα, ὥσπερ σὺ πρὸς πολλαῖς ἄλλαις ταύτην, ᾗ τὸ μνῆμ’ᾠκοδόμησεν ὁ θεοῖς ἐχθρὸς οὗτος πλησίον τοῦ τῆς δεσποίνης, ἀνηλωκὼς πλέον ἢ τάλαντα δύο;)
    • [jmf] 80: (σημεῖον δέ· εἰ γὰρ ἦν δίκαιος, πένης ἂν ἦν τὰ τοῦ δεσπότου διοικήσας.)
    • [jmf] 81
    • [jds] 82: ἐγὼ γάρ, εἰ πάντων τῶν ἄλλων ὑμῶν ἔλαττον προσήκει μοι φρονεῖν, τούτου γε μεῖζον οἶμαι, καὶ τούτῳ γ’ εἰ μηδενὸς τῶν ἄλλων ἔλαττον, ἐμοῦ γ’ ἔλαττον
    • [jmf] 84 (ouch): ἐγὼ γὰρ ὁμομήτριον μὲν ἀδελφὸν ἐμαυτοῦ Πασικλέα νομίζω, ὁμοπάτριον δ’ οὐκ οἶδα, δέδοικα μέντοι μὴ τῶν Φορμίωνος ἁμαρτημάτων εἰς ἡμᾶς ἀρχὴ Πασικλῆς ᾖ.
    • [jds] 84: ὅταν γὰρ τῷ δούλῳ συνδικῇ τὸν ἀδελφὸν ἀτιμῶν, καὶ παραπεπτωκὼς θαυμάζῃ τούτους ὑφ’ ὧν αὐτῷ θαυμάζεσθαι προσῆκεν, τίν’ ἔχει δικαίαν ταῦθ’ ὑποψίαν;
    • [jmf] 85: (οὑμὸς ὑμῖν πατὴρ χιλίας ἔδωκεν ἀσπίδας, καὶ πολλὰ χρήσιμον αὑτὸν παρέσχε, καὶ πέντε τριήρεις ἐθελοντὴς ἐπιδοὺς καὶ παρ’ αὑτοῦ πληρώσας ἐτριηράρχησε τριηραρχίας. καὶ ταῦτα, οὐκ ὀφείλειν ὑμᾶς νομίζων χάριν ἡμῖν, ὑπομιμνῄσκω (ἡμεῖς γὰρ ὀφείλομεν ὑμῖν), ἀλλ’ ἵνα μὴ λάθω τι παθὼν τούτων ἀνάξιον· οὐδὲ γὰρ ὑμῖν ἂν γένοιτο καλόν.)
    • [jds] 86-87: εἰ σκέψαιτο πρὸς ἑαυτὸν ἕκαστος ὑμῶν τίν’ οἴκοι κατέλιπεν οἰκέτην, εἶθ’ ὑπὸ τούτου πεπονθόθ’ ἑαυτὸν θείη ταὔθ’ ἅπερ ἡμεῖς ὑπὸ τούτου. μὴ γὰρ εἰ Σύρος ἢ Μάνης ἢ τίς ἕκαστος ἐκείνων, οὗτος δὲ Φορμίων· ἀλλὰ τὸ πρᾶγμα ταὐτό· δοῦλοι μὲν ἐκεῖνοι, δοῦλος δ’ οὗτος ἦν, δεσπόται δ’ ὑμεῖς, δεσπότης δ’ ἦν ἐγώ. ἣν τοίνυν ὑμῶν ἂν ἕκαστος δίκην ἀξιώσειε λαβεῖν, ταύτην νομίζετε κἀμοὶ προσήκειν νῦν·
  • Dem 52 Ag. Calippus : Perseus | TLG
    • [jmf] 2: εἰ γὰρ ἔθος καταστήσετε τοῖς δυναμένοις εἰπεῖν καὶ δόξαν ἔχουσι μᾶλλον πιστεύειν ἢ τοῖς ἀδυνατωτέροις, ἐφ’ ὑμῖν αὐτοῖς ἔσεσθε τὸ ἔθος τοῦτο κατεσκευακότες.
    • [jds] 5: τύχης δὲ συμβάσης τοιαύτης τῷ Λύκωνι τούτῳ ὥστε εὐθὺς ἐκπλέοντα αὐτὸν περὶ τὸν Ἀργολικὸν κόλπον ὑπὸ λῃστρίδων νεῶν τά τε χρήματα καταχθῆναι εἰς Ἄργος καὶ αὐτὸν τοξευθέντα ἀποθανεῖν, ἔρχεται ἐπὶ τὴν τράπεζαν Κάλλιππος οὑτοσὶ εὐθὺς ἐρωτῶν, Λύκωνα Ἡρακλεώτην εἰ γιγνώσκοιεν.
    • [jmf] 7: ἐπιδημήσαντος δὲ τοῦ Κηφισιάδου μετὰ ταῦτα καὶ προσελθόντος πρὸς τὴν τράπεζαν καὶ ἀπαιτοῦντος τὰ χρήματα, παρόντος δέ, ὦ ἄνδρες δικασταί, Ἀρχεβιάδου καὶ τοῦ Φρασίου, οὓς ὁ Λύκων τῷ πατρὶ συνέστησεν καὶ ἐκέλευσε τὸν Κηφισιάδην δεῖξαι ὃς εἴη, ἐπειδὴ ἔλθοι, παρόντων <δὲ> καὶ ἄλλων, ἐξαριθμήσας αὐτῷ τὰς ἑκκαίδεκα μνᾶς καὶ τετταράκοντα δραχμὰς ἀπέδωκε Φορμίων οὑτοσί.
    • [jmf] 11: ἐπειδὴ δὲ αὐτῷ εἴρητο, “ἐγώ”, ἔφη ὁ πατήρ, “ὦ Κάλλιππε, χαρίζεσθαι μέν σοι βούλομαι (καὶ γὰρ ἂν καὶ μαινοίμην, εἰ μή), οὕτω μέντοι ὅπως αὐτός τε μὴ χείρων δόξω εἶναι καὶ ἐκ τοῦ πράγματος μηδὲν ζημιώσομαι. εἰπεῖν μὲν οὖν μοι ταῦτα πρὸς τὸν Ἀρχεβιάδην καὶ τὸν Ἀριστόνουν καὶ πρὸς αὐτὸν δὲ τὸν Κηφισιάδην οὐδὲν διαφέρει·
    • [jmf] 12: ἃ μὲν διελέχθη, ὦ ἄνδρες δικασταί, οὗτος μὲν τῷ πατρί, ἐκεῖνος δὲ τῷ Ἀρχεβιάδῃ καὶ τῷ Κηφισιάδῃ τούτου δεηθέντος καὶ τούτῳ χαριζόμενος, ταῦτ’ ἔστιν, ἐξ ὧν κατὰ μικρὸν ἡ δίκη αὕτη πέπλασται· ὧν ἐγὼ ἤθελον τούτῳ ταύτην ἥτις εἴη μεγίστη πίστις δοῦναι, ἦ μὴν ἐγὼ τοῦ πατρὸς ἀκούειν. 
    • [jds] 13-14: pace: οὗτος δὲ ὁ ἀξιῶν ὑφ’ ὑμῶν πιστεύεσθαι ὡς ἀληθῆ λέγων, τρία ἔτη διαλιπὼν ἐπειδὴ τὸ πρῶτον διαλεχθέντος τοῦ πατρὸς τῷ Ἀρχεβιάδῃ καὶ τοῖς ἄλλοις τοῖς Κηφισιάδου ἐπιτηδείοις οὐκ ἔφασαν Καλλίππῳ προσέχειν τὸν νοῦν οὐδὲ οἷς λέγει, ἐπειδὴ ᾔσθετο ἀδυνάτως ἤδη ἔχοντα τὸν πατέρα καὶ μόγις εἰς ἄστυ ἀναβαίνοντα καὶ τὸν ὀφθαλμὸν αὐτὸν προδιδόντα, λαγχάνει αὐτῷ δίκην, οὐ μὰ Δί’ οὐχ ὥσπερ νῦν ἀργυρίου, ἀλλὰ βλάβης, ἐγκαλέσας βλάπτειν ἑαυτὸν ἀποδιδόντα Κηφισιάδῃ τὸ ἀργύριον, ὃ κατέλιπε Λύκων ὁ Ἡρακλεώτης παρ’ αὐτῷ, ἄνευ αὑτοῦ ὁμολογήσαντα μὴ ἀποδώσειν.
    • [jds] 15: pace: καίτοι οὕτω τινὲς ἀναίσχυντοι τῶν οἰκείων τῶν τουτουί, ὥστε ἐτόλμησαν μαρτυρῆσαι ὡς ὁ μὲν Κάλλιππος ὅρκον τῷ πατρὶ δοίη, ὁ δὲ πατὴρ οὐκ ἐθέλοι ὀμόσαι παρὰ τῷ Λυσιθείδῃ, καὶ οἴονται ὑμᾶς πείσειν ὡς ὁ Λυσιθείδης, οἰκεῖος μὲν ὢν τῷ Καλλίππῳ διαιτῶν δὲ τὴν δίαιταν, ἀπέσχετ’ ἂν μὴ οὐκ εὐθὺς τοῦ πατρὸς καταδιαιτῆσαι, αὐτοῦ γε ἑαυτῷ μὴ ’θέλοντος δικαστοῦ γενέσθαι τοῦ πατρός.
    • [jds] 17-19: pace
    • [jds] 20: ἐκεῖνος γὰρ τετταράκοντα μνᾶς ἔκδοσιν ἐκδοὺς εἰς Ἄκην Μεγακλείδῃ τῷ Ἐλευσινίῳ καὶ Θρασύλλῳ τῷ ἀδελφῷ αὐτοῦ, μεταδόξαν αὐτῷ (or αὐτοῖς?) μὴ ἐκεῖσε πλεῖν μηδὲ κινδυνεύειν, ἐγκαλέσας τι τῷ Μεγακλείδῃ περὶ τῶν τόκων ὡς ἐξηπατημένος διεφέρετο καὶ ἐδικάζετο, βουλόμενος τὴν ἔκδοσιν κομίσασθαι.
    • [jds] 23-24: τῷ γὰρ Λύκωνι, ὦ ἄνδρες δικασταί, εἴπερ ἠσπάζετο μὲν τουτονὶ καὶ οἰκείως εἶχεν, ὥσπερ οὗτός φησιν, ἐβούλετο δὲ δωρεὰν δοῦναι αὐτῷ, εἴ τι πάθοι, τὸ ἀργύριον, πότερον κάλλιον ἦν ἄντικρυς παρὰ τῷ Καλλίππῳ καταλιπεῖν τὸ ἀργύριον, ὃ ἔμελλε σωθεὶς μὲν ὀρθῶς καὶ δικαίως ἀπολήψεσθαι παρὰ φίλου γε ὄντος αὐτῷ καὶ προξένου, εἰ δέ τι πάθοι, ἄντικρυς ἔσεσθαι δεδωκώς, ὥσπερ καὶ ἐβούλετο, ἢ ἐπὶ τῇ τραπέζῃ καταλιπεῖν;
    • [jmf] 29: (ἔπειτα ἵνα ὁ Κηφισιάδης ἔχῃ τὸ ἀργύριον, ἄνθρωπος μέτοικος, ἢ Φορμίων, ὅν φησιν ἀπαληλιφέναι τι οὗτος τοῦ ἀργυρίου, πεισθήσεσθε ὑμεῖς ὡς ἐπιορκήσειεν <ἂν> ὁ Ἀρχεβιάδης; οὐκ ἔκ γε τῶν εἰκότων, ὦ ἄνδρες δικασταί. οὐ γὰρ ἄξιον οὔτε Ἀρχεβιάδου κακίαν οὐδεμίαν καταγνῶναι οὔτε τοῦ πατρὸς τοῦ ἡμετέρου·)
    • [jds] 29: πολὺ γὰρ αὐτὸν φιλότιμον ἴστε μᾶλλον ὄντα ἢ κακόν τι ἢ αἰσχρὸν ἐπιτηδεύοντα, καὶ πρὸς Κάλλιππον οὐχ οὕτως ἔχοντα ὥστε καταφρονήσαντα τούτου ἀδικῆσαι ἄν τι αὐτόν.
    • [jds] 30 : pace: οὐ γὰρ οὕτω μοι δοκεῖ δύνασθαι ὥστ’ εὐκαταφρόνητος εἶναι, ὃς οὕτως ἐρρωμένος ἐστίν, ὥστε πέρυσί μοι λαχὼν τὴν δίκην ταυτηνὶ καὶ προκαλεσάμενος τῷ Λυσιθείδῃ ἐπιτρέψαι, ἐγὼ μὲν καίπερ καταπεφρονημένος ὑπ’ αὐτοῦ τοῦτό γε ὀρθῶς ἐβουλευσάμην (κατὰ τοὺς νόμους γὰρ ἐπέτρεψα καὶ ἀπήνεγκα πρὸς τὴν ἀρχήν), οὗτος δὲ τὸν κατὰ τοὺς νόμους ἀπενηνεγμένον διαιτητὴν ἔπεισεν ἀνώμοτον διαιτῆσαι, ἐμοῦ διαμαρτυρομένου κατὰ τοὺς νόμους ὀμόσαντα διαιτᾶν, ἵνα αὐτῷ ᾖ πρὸς ὑμᾶς λέγειν ὅτι καὶ Λυσιθείδης, ἀνὴρ καλὸς κἀγαθός, ἔγνω περὶ αὐτῶν.
    • [jds] 32-33: pace: δέομαι δὲ ὑμῶν αὐτός τε ὑπὲρ ἐμαυτοῦ καὶ ὑπὲρ τοῦ πατρός, ἀναμνησθέντας ὅτι πάντων μὲν ὑμῖν καὶ μάρτυρας καὶ τεκμήρια καὶ νόμους καὶ πίστεις παρεσχόμην ὧν εἴρηκα, τούτῳ δὲ ἐπιδείκνυμι ὅτι ἐξόν, εἴπερ τι αὐτῷ προσῆκεν τοῦ ἀργυρίου, ἐπὶ τὸν Κηφισιάδην βαδίζειν τὸν ὁμολογοῦντα κεκομίσθαι καὶ ἔχειν τὸ ἀργύριον, 52.33καὶ ταῦτα μηδὲν ἧττον τὰ πιστὰ παρ’ ἡμῶν λαβόντα, οὐκ ἔρχεται, εἰδὼς ὅτι οὐκ ἔστιν παρ’ ἡμῖν τὸ ἀργύριον, δέομαι ὑμῶν ἀποψηφίσασθαί μου.

Week 4:

  • Isoc 17 Trapeziticus : Perseus | TLG
    • [jmf] (4-7)
    • [jmf] 5: χρόνῳ δ’ ὕστερον διαβολῆς πρὸς Σάτυρον γενομένης ὡς καὶ ὁ πατὴρ οὑμὸς ἐπιβουλεύοι τῇ ἀρχῇ, κἀγὼ τοῖς φυγάσι συγγιγνοίμην, τὸν μὲν πατέρα μου συλλαμβάνει, ἐπιστέλλει δὲ τοῖς ἐνθάδ’ ἐπιδημοῦσιν ἐκ τοῦ Πόντου τά τε χρήματα παρ’ ἐμοῦ παραλαβεῖν καὶ αὐτὸν εἰσπλεῖν κελεύειν· ἐὰν δὲ τούτων μηδὲν ποιῶ, παρ’ ὑμῶν ἐξαιτεῖν.
    • [jmf] 6: ἡγούμην δ’ εἰ μὲν προοίμην ἅπαντα τὰ χρήματα, κινδυνεύειν, εἴ τι πάθοι ’κεῖνος, στερηθεὶς καὶ τῶν ἐνθάδε καὶ τῶν ἐκεῖ, πάντων ἐνδεὴς γενήσεσθαι·
    • [jmf] 7: βουλευομένοις οὖν ἡμῖν ἐδόκει βέλτιστον εἶναι προσομολογεῖν πάντα ποιεῖν, ὅσα Σάτυρος προσέταττε, καὶ τὰ μὲν φανερὰ τῶν χρημάτων παραδοῦναι, περὶ δὲ τῶν παρὰ τούτῳ κειμένων μὴ μόνον ἔξαρνον εἶναι ἀλλὰ καὶ ὀφείλοντά με καὶ τούτῳ καὶ ἑτέροις ἐπὶ τόκῳ φαίνεσθαι καὶ πάντα ποιεῖν ἐξ ἐκεῖνοι μάλιστ’ ἤμελλον πεισθήσεσθαι μὴ εἶναί μοι χρήματα.
    • [jmf] 11: (πυθόμενος δὲ ταῦτα Πασίων καὶ εἰδὼς ὅτι φανερῶς ἤδη πράξω περὶ τῶν ἐμαυτοῦ, ἀφανίζει Κίττον τὸν παῖδα, ὃς συνῄδει περὶ τῶν χρημάτων. ἐπειδὴ δ’ ἐγὼ προσελθὼν ἐξῄτουν αὐτόν, ἡγούμενος ἔλεγχον ἂν τοῦτον σαφέστατον γενέσθαι περὶ ὧν ἐνεκάλουν, λέγει λόγον πάντων δεινότατον, ὡς ἐγὼ καὶ Μενέξενος διαφθείραντες καὶ πείσαντες αὐτὸν ἐπὶ τῇ τραπέζῃ καθήμενον ἓξ τάλαντ’ ἀργυρίου λάβοιμεν παρ’ αὐτοῦ· ἵνα δὲ μηδεὶς ἔλεγχος μηδὲ βάσανος γένοιτο περὶ αὐτῶν, ἔφασκεν ἡμᾶς ἀφανίσαντας τὸν παῖδ’ ἀντεγκαλεῖν αὑτῷ καὶ ἐξαιτεῖν τοῦτον, ὃν αὐτοὶ ἠφανίσαμεν. καὶ ταῦτα λέγων καὶ ἀγανακτῶν καὶ δακρύων εἷλκέ με πρὸς τὸν πολέμαρχον, ἐγγυητὰς αἰτῶν, καὶ οὐ πρότερον ἀφῆκεν, ἕως αὐτῷ κατέστησ’ ἓξ ταλάντῶν ἐγγυητάς.)
    • [jmf] (15)
    • [jmf] (18-19)
    • [jds] 19: εἰ δὲ μὴ ταῦτα ποιήσειε, δίαιταν ἐπὶ ῥητοῖς ἐπέτρεπε Σατύρῳ, ἐφ’ ᾧτε καταγιγνώσκειν ἡμιόλι’ αὐτοῦ τὰ χρήματα.
    • [jmf] 22: ἐν ἐκείνῳ μὲν οὖν τῷ χρόνῳ ταπεινὸς ἦν, οὐκ ἔχων ὅ τι χρήσαιτο τοῖς αὑτοῦ κακοῖς.
    • [jds] 23: καὶ οὐκ ἔφθη διαπραξάμενος ταῦτα καὶ θρασύτατος ἁπάντων ἀνθρώπων ἐγένετο,...
    • [jmf] 30: ἔτι δὲ κἀκεῖν’ ὑπερφυές, εἰ πρὶν μὲν συγγράψασθαι τὸ γραμματεῖον οὕτω σφόδρ’ ἠπίστησα τοῖς πράγμασιν ὥστε μὴ μόνον ἀφεῖναι Πασίωνα τῶν ἐγκλημάτων ἀλλὰ καὶ συνθήκας περὶ αὐτῶν ποιήσασθαι ἐπειδὴ δὲ τοιοῦτον ἔλεγχον κατ’ ἐμαυτοῦ συνεγραψάμην, τηνικαῦτ’ ἐπεθύμησ’ εἰς ὑμᾶς εἰσελθεῖν.
    • [jmf] (33-34)
    • [jmf] (35-37)
    • [jmf] (38-41)
    • [jds] 38: ἴσως τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ τούτων ὑμῖν μάρτυρας παρέξεται, ὡς ἔξαρνος ἐγενόμην πρὸς τοὺς ὑπὲρ Σατύρου πράττοντας μηδὲν κεκτῆσθαι πλὴν ὧν ἐκείνοις παρεδίδουν, καὶ ὡς αὐτὸς ἐπελαμβάνετο τῶν χρημάτων τῶν ἐμῶν ὁμολογοῦντος ἐμοῦ ὀφείλειν τριακοσίας δραχμάς, καὶ ὅτι Ἱππολαΐδαν, ξένον ὄντ’ ἐμαυτοῦ καὶ ἐπιτήδειον, περιεώρων παρὰ τούτου δανειζόμενον.
    • [jds] 39: ἐγὼ δ’, ὦ ἄνδρες δικασταί, καταστὰς εἰς συμφορὰς οἵας ὑμῖν διηγησάμην, καὶ τῶν μὲν οἴκοι πάντων ἀπεστερημένος, τὰ δ’ ἐνθάδ’ ἀναγκαζόμενος παραδιδόναι τοῖς ἥκουσιν, ὑπολοίπου δ’ οὐδενὸς ὄντος μοι, πλὴν εἰ δυνηθείην λαθεῖν περιποιησάμενος τὸ χρυσίον τὸ παρὰ τούτῳ κείμενον, ὁμολογῶ καὶ τούτῳ προσομολογῆσαι τριακοσίας δραχμὰς καὶ περὶ τῶν ἄλλων τοιαῦτα πράττειν καὶ λέγειν ἐξ ὧν ἐκείνους μάλιστ’ ἄν πείθειν ὠόμην μηδὲν εἶναί μοι.
    • [jds] 40: καὶ ταῦθ’ ὡς οὐ δι’ ἀπορίαν ἐγίγνετο, ἀλλ’ ἵνα πιστευθείην ὑπ’ ἐκείνων, ῥᾳδίως γνώσεσθε.
    • [jmf] (42-44)
    • [jmf] 48: ἐνθυμηθῆναι δ’ ἄξιόν ἐστιν, ὦ ἄνδρες δικασταί, τὴν ἀτοπίαν καὶ τὴν ἀπιστίαν ὧν ἑκάστοτε Πασίων ἐπεχείρει λέγειν. ὅτε μὲν γὰρ οὕτως ἔπραττον, ὥστ’ οὐδ’ ἄν, εἰ προσωμολόγει μ’ ἀποστερεῖν τῶν χρημάτων, οἷός τ’ ἂν ἦν παρ’ αὐτοῦ δίκην λαβεῖν, τότε μὲν αἰτιᾶταί μ’ ἀδίκως ἐγκαλεῖν ἐπιχειρῆσαι· ἐπειδὴ δ’ ἐγώ τε τῶν πρὸς Σάτυρον διαβολῶν ἀπηλλάγην καὶ τοῦτον ἅπαντες ὀφλήσειν τὴν δίκην ἐνόμιζον, τηνικαῦτά μέ φησιν ἀφεῖναι πάντων τῶν ἐγκλημάτων αὐτόν. καίτοι πῶς ἂν τούτων ἀλογώτερα γένοιτο;
    • [jmf] 53: (οὕτω τοίνυν, ὦ ἄνδρες δικασταί, πολλῶν μοι τῶν δικαίων ὑπαρχόντων, ἐκεῖν’ ἡγοῦμαι μέγιστον εἶναι τεκμήριον ὡς ἀποστερεῖ με Πασίων τῶν χρημάτων, ὅτι τὸν παῖδ’ οὐκ ἠθέλησε βασανίζειν ἐκδοῦναι τὸν συνειδότα περὶ τῆς παρακαταθήκης. καίτοι περὶ τῶν πρὸς τοὺς ἐπὶ ταῖς τραπέζαις συμβολαίων τίς ἂν ἔλεγχος ἰσχυρότερος τούτου γένοιτο; οὐ γὰρ δὴ μάρτυράς γ’ αὐτῶν ποιούμεθα.)
    • [jmf] 54: ὁρῶ δὲ καὶ ὑμᾶς καὶ περὶ τῶν ἰδίων καὶ περὶ τῶν δημοσίων οὐδὲν πιστότερον οὐδ’ ἀληθέστερον βασάνου νομίζοντας, καὶ μάρτυρας μὲν ἡγουμένους οἷόν τ’ εἶναι καὶ τῶν μὴ γενομένων παρασκευάσασθαι, τὰς δὲ βασάνους φανερῶς ἐπιδεικνύναι, ὁπότεροι τἀληθῆ λέγουσιν. ἃ οὗτος εἰδὼς ἠβουλήθη εἰκάζειν ὑμᾶς περὶ τοῦ πράγματος μᾶλλον ἢ σαφῶς εἰδέναι.
    • [jds] 55: πάντες γὰρ ἐπίστασθ’ ὅτι κατειπὼν μὲν ἤμελλε τὸν ἐπίλοιπον χρόνον ὑπὸ τούτου κάκιστ’ ἀνθρώπων ἀπολεῖσθαι, διακαρτερήσας δὲ καὶ ἐλεύθερος ἔσεσθαι καὶ μεθέξειν ὧν οὗτός μ’ ἀπεστέρησεν.

Comments (0)

You don't have permission to comment on this page.